Accueil  Accueil grec 

 menu des textes

liens utiles 

 

Textes grecs sur les mythes grecs 

    Avant Athènes : la Crète (texte recomposé, tiré du Manuel Scodel 4e)

    Le minotaure (texte recomposé, tiré du Manuel Scodel 4e)

    Un voyageur se recueille sur la tombe d'Oedipe (texte recomposé, tiré du Manuel Scodel 4e)

    La querelle d'Athéna et de Poséidon (texte recomposé, à partir du manuel Scodel 4e)

 

Avant Athènes, la Crète  

Τάδε τὰ ἐν Κνωσῷ βασίλειά ἐστιν ἄξια θαυμάζεσθαι. Μεγάλα γάρ ἐστιν οὕτως ὥστ' οἱ ξένοι οἴονται θεωρεῖν λαϐύρινθόν τινα. Οἱ δ’ἐν τούτοις τοῖς βασιλείοις Κρητικοί εἰσι πλούσιοι καὶ ἐν τοῖς ταμιείοις ἔχουσι πόλλους πίθους. Καὶ τάττουσιν ἐν τούτοις τοῖς πίθοις σῖτον καὶ ἄλευρον καὶ οἶνον.

Διὰ δὲ τὰς ἐπὶ τοίχων γραφὰς δῆλόν ἐστιν ὅτι τὸ καλῶς ἐνδύεσθαι καὶ τὸ ἡδέως βιοτεύειν ἐστὶν αὐτοῖς μάλα σπουδαῖα· τοῦτο δὲ καὶ θαυμάζουσιν οἱ ξένοι. Ἐθίζονται γὰρ οἱ Κρητικοὶ μὴ ἀμελεῖν τοῦ εἴδους ἀλλὰ χαριέντως κοσμοῦσι τὰς κόμας καὶ ἐνδύονται ποικίλα καὶ παντοδαπά. Πολλὰ δὲ καὶ χρυσία ἔχουσιν. Δεινοὶ δ’εἰσὶ μάχεσθαι τοῖς ταύροις καὶ πολλάκις ταῦτα τὰ ζῷα γράφεται ἐπὶ τῶν τοίχων. Ἐκεῖνοι μὲν οὗν οἱ ἐν τοῖς βασιλείοις Κρητικοὶ ἡδέως βιοτεύουσι, τοῖς δ’ἐν ταῖς κώμαις ἐστὶν ἄθλιος βίος καὶ τάπειναι οἰκίαι. 

haut de page 

Le Minotaure

Μίνως μεγίστου θεοῦ καὶ Εὐρώπης βασιλεύει ἐν Κρήτῃ τῇ  νήσῳ καὶ ἐν τῷ καλῷ Κνωσῷ βιοτεύει. Σὺν δὲ Πασιφάῃ περιπατεῖ ποτε  ἐν τῷ αἰγιαλῷ καὶ ἐκ τῆς θαλάττης ἔρχεται πρὸς αὐτὸν θαυμαστὸς ταῦρος. Ὁ δ’οὗν Ποσειδῶν πέμπει τοῦτο τὸ ζῷον καὶ ὁ Μίνως ὀφείλει αὐτὸ θύειν τῷ θεῷ. Ἀλλ’ὅμως ὁ Μίνως τῇ Πασιφαῇ λέγει ·

- Δεχόμεθα μὲν τοῦτον τὸν θαυμαστὸν ταῦρον, αὐτὸν δὲ  θύειν οὐ βούλομαι.

Καὶ ὁ Ποσειδῶν ·

- Ὅτι δέχεσθε τὸν ταῦρον καὶ αὐτὸν θύειν οὑ βούλει, ὑμᾶς τιμωρήσομαι.

δὲ θεὸς τῇ Πασιφαῇ ἐμϐάλλει μανικὴν τοῦ ταύρου ἐπιθυμίαν. Ἔπειτα δ Πασιφάη τίκτει τὸν δεινὸν Μινώταυρον καὶ ὁ Μίνως μεταπέμπεται τὸν εὔδοξον Δαίδαλον. Λαϐύρινθος κατασκευάζεται ὑπὸ τοῦ Δαιδάλου καὶ ἐν τούτῳ τὸ δεινὸν ζῷον καὶ ὕστερον χρόνῳ ὁ Δαίδαλος αὐτὸς καὶ Ἴκαρος ὁ Δαιδάλου κατακλείονται.        

haut de page 

Un voyageur et son fils près de la tombe d’Œdipe.

- Ὦ πάτερ, ἐν τίνι χώρᾳ ἐσμέν, καὶ τί ἐστι τόδε τὸ σῆμα ;

- Ὦ παῖ, εἰς Κολωνὸν ἥκομεν καὶ ἐν τῷδε τσήματι κεῖται τὸ τοῦ τλήμονος Οἰδίποδος σῶμα.

- Τὶ ὁ Θηβαῖος Οἰδίπους κεῖται ἐν τῷδε τόπῳ τῆς Ἐλλάδος ;

- Ὁ γέρων Οἰδίπους, τυφλὸς καὶ ἐκ τῆς ἑαυτοῦ πατρίδος φυγάς, ἱκέτευσε τοῖς τῶν Ἀθηναίων ἄρχουσιν ἑαυτῷ βοηθεῖν, ὅτι οὐκ ἦν ὅστις ἐβούλετο ἐπάρατόν τινα δέχεσθαι.

- Καὶ ὅθ’ἱκετεύει, ἆρ’οὐ φοβοῦνται οἱ Ἀθηναῖοι καὶ οἱ ἄρχοντες τῷ τοῦ φυγὰδος ὀνόματι καί τοῖς ἀτυχὴμασιν αὐτοῦ ;

- Πάνυ γε, καὶ οἰκήτορές τινες λοιδοροῦσιν αὐτόν ·

« Νεανίας ἔτι ὤν, φασιν οὗτοι, χέεις τὸ τοῦ πατρὸς αἷμα· εἶτα δ’ἐκ δεινοῦ γάμου σὺν τῇ μητρὶ τίκτονται δύο παῖδες, οἵ τῇ ἀλλήλων ἔριδι τά τῆς πατρίδος κακὰ παρασκευάσουσιν. Ἡ γάρ τῶν θεῶν ἁρὰ διαμενει τοῖς παῖσιν. Ἐπάρατον δ’οὖν τινα οὐ  δεξόμεθα ἐν Ἀθήναις ».

- Ἀλλὅμως ἀνήρ τις χρηστὸς ἔσται τῷ γέροντι, ὁ Θησεύς. Διὰ δ’αὐτοῦ ὁ  Οἰδίπους κεῖται ἐπὶ τοῦ Κολωνοῦ καὶ οὐκ ἐν Βοιωτίοις τόποις τισίν.  

haut de page 

 

La querelle d'Athéna et de Poséidon (texte recomposé, à partir du manueul Scodel 4e)

Τῶνθνων ὄντων ἐκεῖνον τὸν χρόνον μικράς ἔτι κώμης, Κέκροψ ὁ Αἰγύπτιος ἐβασίλευει ἐν ταύτῃ.

Οἱ δὲ ποιηταὶ λέγουσι δυὸ θεοὺς ἔρχεσθαί ποτε παρὰ τὸν Αἰγύπτιον, ἡ Ἀθηναία καὶ ὁ Ποσειδῶν. Καὶ αὐτῷ οὕτω λέγουσιν ·

« Σὺ εἶ καλός κἀγαθος ἄνθρωπος καὶ ἐγώ, ὁ θεός φησιν, βούλομαι προσφέρειν τοῖς Ἀττικοῖς θαυμαστὸν δῶρον · τὸν ἵππον. »

« Καὶ ἐγώ, ἡ θέος φησιν, προσφέρω τῷ δήμῳ  τὴν ἐλαίαν. »

« Διὰ τοῦ δώρου μου, ταχέως οἱ στρατιῶται ἐμβάλλουσι τοῖς πολεμίοις, ταχέως οἱ ἔμποροι ἔρχονται εἰς τὰς ξένας χώρας, ταχέως φέρονται αἱ ἀγγελίαι. »

« Ἡ ἐλαία καὶ χρηστή ἐστιν· διὰ αὐτῆς γὰρ οὔποτε τὸ ξύλον ἐπιλείψει τοὺς τχνονας, οὔτε τὸ ἔλαιον τοὺς ἀθλητὰς καὶ ἄλλους ἀνθρώπους ἐν τῷ σίτῳ καὶ ἐν τοῖς λύχνοις. »

 

ἀγαθος : bon 

αἱ ἀγγελίαι : les messagers

ὁ Αἰγύπτιος : l’Egyptien

α Ἄθηναι : Athènes

οἀθληταί : les athlètes

ὁ Ἀττικός : l’homme de l’Attique

βασιλεύω : je règne

βούλομαι : je veux

διὰ + gen : grâce à

ἐγώ (gen : μου) : je

εἶ : tu es

ἡ ἐλαία : l’olivier

τὸ ἔλαιον : l’huile d’olive

ἐμβάλλω : je me jette sur

ὁ ἔμπορος : le voyageur

ἐπιλείπω : je fais défaut, je manque + deux accusatifs (il manque qqch à qqn)

ἔρχομαι : je vais, je viens

ἔτι : encore

θαυμαστός : incroyable

ἡ κώμη : le village

λύχνος : la lampe

ξένος : étranger

τὸ ξύλον : le bois

ὄντων : part génitif fém pluriel de être

οὔποτε : jamais

οὕτω : ainsi

παρὰ + acc : chez

oἱ ποιηταὶ : les poètes

πολεμίος : l’ennemi

ποτε : un jour

προσφέρω : j’apporte

σίτος : la nourriture

οἱ στρατιῶται : les soldats

σὺ : tu

ταχέως : vite

τχνων, -ονος : l’artisan

φέρω : je porte, j’apporte

χρηστός : bon

ἡ χώρα : le pays

haut de page 

 

Accueil  Accueil grec 

 menu des textes

liens utiles